Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.339 Joseph. BJ 4.344 (English) >>Joseph. BJ 4.352

4.342ἤρθη δὲ βοὴ τῶν ζηλωτῶν πρὸς τὴν ἀπόλυσιν, καὶ πάντων μὲν ἦν ἀγανάκτησις ἐπὶ τοῖς δικασταῖς ὡς μὴ συνιεῖσι τὴν εἰρωνείαν τῆς δοθείσης αὐτοῖς ἐξουσίας, 4.343δύο δὲ τολμηρότατοι προσπεσόντες ἐν μέσῳ τῷ ἱερῷ διαφθείρουσι τὸν Ζαχαρίαν καὶ πεσόντι ἐπιχλευάσαντες ἔφασανκαὶ παρʼ ἡμῶν τὴν ψῆφον ἔχεις καὶ βεβαιοτέραν ἀπόλυσινῥίπτουσί τε αὐτὸν εὐθέως ἀπὸ τοῦ ἱεροῦ κατὰ τῆς ὑποκειμένης φάραγγος. 4.344τοὺς δὲ δικαστὰς πρὸς ὕβριν ἀπεστραμμένοις τοῖς ξίφεσι τύπτοντες ἐξέωσαν τοῦ περιβόλου, διʼ ἓν τοῦτο φεισάμενοι τῆς σφαγῆς αὐτῶν, ἵνα σκεδασθέντες ἀνὰ τὴν πόλιν ἄγγελοι πᾶσι τῆς δουλείας γένωνται. 4.345

Τοῖς δὲ Ἰδουμαίοις ἤδη τῆς παρουσίας μετέμελε καὶ προσίστατο τὰ πραττόμενα. 4.346συναγαγὼν δὲ αὐτούς τις ἀπὸ τῶν ζηλωτῶν κατʼ ἰδίαν ἐλθὼν ἐνεδείκνυτο τὰ συμπαρανομηθέντα τοῖς καλέσασι καὶ τὸ κατὰ τῆς μητροπόλεως διεξῄει· 4.347παρατάσσεσθαι μὲν γὰρ ὡς ὑπὸ τῶν ἀρχιερέων προδιδομένης Ῥωμαίοις τῆς μητροπόλεως, εὑρηκέναι δὲ προδοσίας μὲν τεκμήριον οὐδέν, τοὺς δʼ ἐκείνην ὑποκρινομένους φυλάττεσθαι καὶ πολέμου καὶ τυραννίδος ἔργα τολμῶντας. 4.348προσήκειν μὲν οὖν αὐτοῖς διακωλύειν ἀπʼ ἀρχῆς· ἐπειδὴ δὲ ἅπαξ εἰς κοινωνίαν ἐμφυλίου φόνου προέπεσον, ὅρον γοῦν ἐπιθεῖναι τοῖς ἁμαρτήμασι καὶ μὴ παραμένειν χορηγοῦντας ἰσχὺν τοῖς καταλύουσι τὰ πάτρια.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.339 Joseph. BJ 4.344 (English) >>Joseph. BJ 4.352

Powered by PhiloLogic